#19 Царь Эдип - Софокл, 216-243 // “Я же ксен, я не могу без сюмболона, найти кто тут кого убил“

Перечитываем предыдущий отрывок. пытаясь понять, что значат слова “οὐ γὰρ ἂν μακρὰν ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον“. Пользуемся материалами Б. Никольского. Αἰτεῖς· ἃ δ´ αἰτεῖς, τἄμ´ ἐὰν θέλῃς ἔπη κλύων δέχεσθαι τῇ νόσῳ θ´ ὑπηρετεῖν, ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν. Ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδ´ ἐξερῶ, 220 ξένος δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰν ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον· νῦν δ´, ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ, ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε· «Ὅστις ποθ´ ὑμῶν Λάϊον τὸν Λαβδάκου 225 κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο, τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί· κεἰ μὲν φοβεῖται, τοὐπίκλημ´ ὑπεξέλοι αὐτὸς καθ´ αὑτοῦ· πείσεται γὰρ ἄλλο μὲν ἀστεργὲς οὐδέν, γῆς δ´ ἄπεισιν ἀσφαλής. 230 Εἰ δ´ αὖ τις ἄλλον οἶδεν ἢ ´ξ ἄλλης χθονὸς τὸν αὐτόχειρα, μὴ σιωπάτω· τὸ γὰρ κέρδος τελῶ ´γὼ χἠ χάρις προσκείσεται. Εἰ δ´ αὖ σιωπήσεσθε, καί τις ἢ φίλου δείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε, 235 ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ. Τὸν ἄνδρ´ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς τῆσδ´ ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω μήτ´ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα, μήτ´ ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν 240 κοινὸν ποιεῖσθαι, μήτε χέρνιβος νέμειν· ὠθεῖν δ´ ἀπ´ οἴκων πάντας, ὡς μιάσματος τοῦδ´ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί.
Back to Top